Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.187.2 | Hdt. 7.188.3 (English) | >>Hdt. 7.190.1 |
7.188.1
ὁ δὲ δὴ ναυτικὸς στρατὸς ἐπείτε ὁρμηθεὶς ἔπλεε καὶ κατέσχε τῆς Μαγνησίης χώρης ἐς τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς , αἱ μὲν δὴ πρῶται τῶν νεῶν ὅρμεον πρὸς γῇ , ἄλλαι δʼ ἐπʼ ἐκείνῃσι ἐπʼ ἀγκυρέων · ἅτε γὰρ τοῦ αἰγιαλοῦ ἐόντος οὐ μεγάλου , πρόκροσσαι ὁρμέοντο ἐς πόντον καὶ ἐπὶ ὀκτὼ νέας .
7.188.2 ταύτην μὲν τὴν εὐφρόνην οὕτω , ἅμα δὲ ὄρθρῳ ἐξ αἰθρίης τε καὶ νηνεμίης τῆς θαλάσσης ζεσάσης ἐπέπεσέ σφι χειμών τε μέγας καὶ πολλὸς ἄνεμος ἀπηλιώτης , τὸν δὴ Ἑλλησποντίην καλέουσι οἱ περὶ ταῦτα τὰ χωρία οἰκημένοι .
7.188.3 ὅσοι μέν νυν αὐτῶν αὐξόμενον ἔμαθον τὸν ἄνεμον καὶ τοῖσι οὕτω εἶχε ὅρμου , οἱ δʼ ἔφθησαν τὸν χειμῶνα ἀνασπάσαντες τὰς νέας , καὶ αὐτοί τε περιῆσαν καὶ αἱ νέες αὐτῶν · ὅσας δὲ τῶν νεῶν μεταρσίας ἔλαβε , τὰς μὲν ἐξέφερε πρὸς Ἴπνους καλεομένους τοὺς ἐν Πηλίῳ , τὰς δὲ ἐς τὸν αἰγιαλόν · αἱ δὲ περὶ αὐτὴν τὴν Σηπιάδα περιέπιπτον , αἱ δὲ ἐς Μελίβοιαν πόλιν , αἱ δὲ ἐς Κασθαναίην ἐξεβράσσοντο · ἦν τε τοῦ χειμῶνος χρῆμα ἀφόρητον .
ch. 189
7.189.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.187.2 | Hdt. 7.188.3 (English) | >>Hdt. 7.190.1 |